Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.373 Joseph. AJ 16.379 (English) >>Joseph. AJ 16.384

16.376ὡς ἀπόλοιτο μὲν ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν. 16.377τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δʼ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου. 16.378διὸ καὶ πάνθʼ ἅπερ αὐτὸς ἕκαστος εἴποιεν ἡδέως ἤκουον ὑπʼ ἐκείνου λεγόμενα καὶ τὸ καθʼ αὑτοὺς ἀσφαλὲς ἐν τῷ σιγᾶν προορώμενοι τὴν ἐκείνου παρρησίαν ὅμως ἀπεδέχοντο· τὸ γὰρ προσδοκώμενον πάθος ἐβιάζετο πάνθʼ ὁντινοῦν ὑπὲρ αὐτοῦ λαλεῖν. 16.379

δὲ καὶ πρὸς τὸν βασιλέα μετὰ πάσης παρρησίας ὠσάμενος μόνος μόνῳ λέγειν ἠξίου, καὶ συγχωρήσαντοςοὐ δυνάμενος, εἶπεν, βασιλεῦ, διακαρτερεῖν ἐπὶ τοιούτῳ πάθει τὴν τολμηρὰν ταύτην παρρησίαν, ἀναγκαίαν δὲ σοὶ καὶ συμφέρουσαν, εἰ λάβοις τι χρήσιμον ἐξ αὐτῆς, προύκρινα τῆς ἐμῆς ἀσφαλείας. 16.380ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ περιττὸς ἐκεῖνος νοῦς, πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ τῶν φίλων καὶ συγγενῶν ἐρημία; 16.381κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δʼ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.373 Joseph. AJ 16.379 (English) >>Joseph. AJ 16.384

Powered by PhiloLogic